Σάββατο 15 Απριλίου 2017

Αναστάσεως ημέρα

Ὁ Κανών, ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.
Ἦχος α'


ᾨδὴ α'

«Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας».



Ἡμέρα τῆς Ἀνάστασης τοῦ Κυρίου.Ἄς λαμπροστολιστοῦμε ὅλοι οἱ ἄνθρωποι τῆς γῆς. Εἶναι τό Πάσχα τοῦ Κυρίου, γιατί ἀπό τό θάνατο στή ζωή καί ἀπό τή γῆ στόν οὐρανό μᾶς πέρασε, ὁ Θεός μας Χριστός, καθώς ψάλλουμε ἐπινίκιους ὕμνους.

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.



Μέ καθαρές τίς αἰσθήσεις μας θά δοῦμε τόν Χριστό ὁλοφώτεινο ἀπό τό ἀπρόσιτο στόν ἀνθρώπινο νοῦ καί τίς αἰσθήσεις φῶς  τῆς Ἀναστάσεως καί θά τόν ἀκούσουμε μεγαλόφωνα νά λέει. Χαρεῖτε, ψάλλοντας ἐπινίκιους ὕμνους.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.


Ὁ οὐράνιος κόσμος ἄς εὐφρανθεῖ ἐπάξια καί ἡ γῆ ἄς γεμίσει μέ ἀγαλλίαση καί ὅλη ἡ δημιουργία, ὁρατή καί αόρατη, ἄς γιορτάζει, γιατί ἀναστήθηκε ἐκ τῶν νεκρῶν ὁ Χριστός πού εἶναι  αἰώνια χαρά καί ἀπόλαυση πνευματική.
ᾨδὴ γ'

«Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα».





Ἐλᾶτε νά πιοῦμε τό καινούργιο ποτό, πού δέν πηγάζει μέ θαυμαστό τρόπο ἀπό ἄγονη πέτρα , ἀλλά ἀναβλύζει άπό τήν πηγή τῆς ἀφθαρσίας ,ἀπό τόν (λαξευμένο στήν πέτρα) τάφο τοῦ ἀναστάντος Χριστοῦ, ἀπ’ὅπου παίρνουμε δύναμη.

Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.


Τώρα γέμισαν ὅλα μέ φῶς.Τά οὐράνια ,τά ἐπίγεια καί τά καταχθόνια. Ἄς γιορτάζει ὅλη ἡ δημιουργία τήν Ἀνάσταση τοῦ Χριστοῦ, ἀπ’ὅπου παίρνει δύναμη.

Χθὲς συνεθαπτόμην σοι Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθὲς, αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.


Χθές ,Σάββατο, ἤμουν μαζί σου στόν τάφο Χριστέ, σήμερα πού ἀναστήθηκες, σηκώθηκα καί ἐγώ νικώντας τήν ἁμαρτία πού φέρνει τό θάνατο. Χθές σταυρώθηκα μαζί σου Σωτήρα , ὅπως ὁ ληστής , σήμερα κάνε νά μετάσχω τῆς δόξας σου στήν ἔνδοξη βασιλεία σου.
ᾨδὴ δ'

 «Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος».





Ὁ θεηγόρος προφήτης Ἀββακούμ πού πρόσεχε τό νοῦ του, ἄς σταθεί τώρα μαζί μας καί ἄς μᾶς δείξει τόν ἀστράπτοντα ἀπό φῶς ἄγγελο νά λέει μέ θέρμη.Σήμερα ἦλθε ἡ σωτηρία στόν κόσμο, γιατί ἀναστήθηκε  ὁ Χριστός, ὡς παντοδύναμος .

Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βρο(ω) τὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.


Ὁ Χριστός, προτυπώνεται ἀπό τόν ἀμνό πού ἔσφαξαν οἱ Ἰουδαῖοι στό δικό τους Πάσχα. Ἀρσενικός ὁ άμνός τῶν Ἰουδαίων ὅπως καί ὁ Χριστός πού διήνοιξε τή μήτρα τῆς Παρθένου πού ἔμεινε κλειστή καί μετά τόν τόκο.Ὅπως φαγώθηκε ἐκεῖνος ,τρώγεται καί ὁ Χριστός(θεία κοινωνία). Ἦταν χωρίς ἐλάττωμα ἐκεῖνος,καί ὁ Χριστός δέν μετέχει τῆς ἁμαρτίας στό δικό μας Πάσχα.Ὁ Χριστός ὡς ἀληθινός Θεός ὀνομάζεται τέλειος .


Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.



Ὁ Χριστός πού δοξολογεῖται ἀπό μᾶς,σάν χρονιάρικο ἀρνί , σάν στεφάνι γεμᾶτο ἀρετές, θυσιάστηκε μέ τή θέλησή του γιά ὅλους τούς ἀνθρώπους καί ἔτσι μᾶς καθάρισε ἀπό τήν ἁμαρτία. Ἀμέσως δέ ἀνέτειλε, ὡς ἄλλος ἥλιος τῆς δικαιοσύνης, ἀπό τό σκοτάδι τοῦ θανάτου ὄμορφος καί ὠραῖος.


Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἥλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.


Ὁ Δαβίδ, ὁ προπάτορας τοῦ Θεοῦ (Χριστοῦ), ἀπό τήν πολλή χαρά του, χόρευε μπροστά από τήν κιβωτό (σύμβολο τῆς ἀνθρώπινης φύσης τοῦ Χριστοῦ πού περιέχει τήν Θεότητα).Τώρα ἐμεῖς οἱ πιστοί  τοῦ Θεοῦ, βλέποντας να πραγματοποιοῦνται οἱ προτυπώσεις τῆς Παλαιᾶς Διαθήκης, ἄς διασκεδάσουμε πνευματικά, γιατί ἀναστήθηκε ὁ Χριστός ὡς παντοδύναμος.

ᾨδὴ ε'

«Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα».





Ἄς ψάλλουμε πολύ νωρίς τό πρωί, καί ἀντί γιά μῦρο πού εἶχαν οἱ γυναῖκες. ὅταν πῆγαν στόν τάφο τοῦ Κυρίου, ἐμεῖς ἄς προσφέρουμε τούς ὕμνους στόν Κύριο καί θά δοῦμε τόν Χριστό, τόν νοητό ἥλιο τῆς δικαιοσύνης,  νά ἀνατέλει σ’ὅλους τή ζωή, καταργώντας τό θάνατο.  

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.


Βλέποντας τήν ἄπειρη ἀγάπη σου καί τήν ἄκρα συγκατάβαση Χριστέ, ὅλοι ἐκεῖνοι πού βρίσκονταν ὑποδουλωμένοι στήν ἁμαρτία, ἔτρεχαν γρήγορα πρός ἐσένα , τό ἀληθινό φῶς, χοροπηδώντας ἀπό τήν πολλή χαρά λόγω τῆς νίκης σου ἐπί τοῦ θανάτου, δημιουργώντας ἔτσι τό παντοτινό Πάσχα.

Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.


Ἄς συναθροιστοῦμε κρατώντας τις λαμπάδες μας ἁναμμένες ,ὅπως οἱ φρόνιμες παρθένες ,γιά νά συναντήσουμε τόν ἀναστάντα Χριστό ὡς τό Νυμφίο τῆς Ἐκκλησίας καί ἄς γιορτάσουμε μαζί μέ τίς οὐράνιες δυνάμεις τό Πάσχα τοῦ Θεοῦ πού μᾶς ὁδηγεῖ στή σωτηρία.

ᾨδὴ ς'

«Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου».




Κατέβηκες , Χριστέ, στόν Ἅδη καί ἔσπασες τά  δεσμά, μέ τά ὁποῖα κρατοῦσε δεμένους τούς ἀνθρώπους, καί τήν τρίτη ἡμέρα ὅπως ὁ Ἰωνᾶς βγῆκες ἀπό τόν τάφο( ἀναστήθηκες πρῶτος ἀπ’τούς νεκρούς).

Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.



Χριστέ, ἀναστήθηκες, χωρίς νά καταστρέψεις ὅλα ἐκεῖνα, μέ τά ὁποῖα σφράγισαν οἱ Ἰουδαῖοι τόν τάφο, ὅπως κατά τή γέννησή σου δέν κατέστρεψες τήν Παρθενία τῆς μητέρας σου Μαρίας. Μ’ αὐτόν τόν τρόπο  μᾶς ἄνοιξες τίς πύλες τοῦ Παραδείσου.

Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.


Σωτῆρα Χριστέ, ὡς Θεός, παρέμεινες ζωντανός καί ἄθυτος (ἀθυσίαστος), ὡς ἄνθρωπος δε, προσέφερες μέ τή θέλησή σου τόν ἑαυτό σου  θυσία στόν Πατέρα σου, καί μέ τήν ἐκ νεκρῶν Ἀναστασή σου πῆρες μαζί σου ὅλο τό ἀνθρώπινο γένος.

ᾨδὴ ζ'

«Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».


Αὐτός πού ἔσωσε ἀπό τήν πυρά τῆς καμίνου τούς τρεῖς παῖδες στή βαβυλῶνα, καί ἔγινε ἄνθρωπος , παθαίνει ὡς θνητός. Μέ τό Πάθος του ὅμως ἀφθαρτοποιεῖ καί λαμπρύνει τή θνητή φύση. Αὐτός εἶναι ὁ μοναδικός Θεός πού ὑμνεῖται ἀπό τούς Πατέρες μας καί ὑπέρδοξάζεται


Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.




Οἱ πιστές στό Θεό (μυροφόρες) γυναῖκες  ἔτρεξαν πίσω σου Χριστέ, καί αὐτόν πού ζητοῦσαν μέ δάκρυα θεωρώντάς τον θνητό ἄνθρωπο , τόν προσκύνησαν μέ χαρά ὡς ζωντανό Θεό , καί ανήγγειλαν στούς μαθητές σου τήν Ἀνάστασή σου.

Θανάτου ἑορτάζομεν νέκρωσιν, ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.



Σήμερα γιορτάζουμε τή νέκρωση τοῦ θανάτου, τήν κατάργηση τῆς ἐξουσίας τοῦ Ἅδη, τό ξεκίνημα μιᾶς ἄλλης ζωῆς ,τῆς αἰώνιας. Γεμᾶτοι δέ ἀπό χαρά καί ἀγαλίαση ὑμνοῦμε τόν αἴτιο ὅλων αὐτῶν , πού εἶναι ὁ μοναδικός Θεός πού ὑμνεῖται ἀπό τούς Πατέρες μας καί ὑπέρδοξάζεται.

Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.


Πόσο πράγματι ἱερή καί πολύ σπουδαία γιορτή εἶναι ἡ σωτήρια αὐτή καί λαμπρή  νύχτα,  πού προαναγγέλει τήν λαμπροφόρο ἡμέρα τῆς Ἀναστάσεως τοῦ Κυρίου! Κατ’αὐτήν μέ αἰσθητό τρόπο ἀπό τόν τάφο τοῦ Χριστοῦ , ἄστραψε  σ’ὅλους  τό ἄκτιστο φῶς.

ᾨδὴ η'

«Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας».



Ἡ ἡμέρα τῆς Ἀναστάσεως, εἶναι, ἁγία, ἡ πρώτη μέρα μετά τό Σάββατον, ἡ βασίλισσα τῶν ἡμερῶν,(ὅπως ἡ ἄνοιξη εἶναι βασίλισσα τῶν ἐποχῶν). Ὑπερέχει ὅλων τῶν ἑορτῶν καί τῶν πανηγύρεων. Κατ’ αὐτήν δοξολογοῦμε τό Χριστό ἀκατάπαυστα

Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.


Ἐλᾶτε οἱ πιστοί ,κατά τήν ἐπίσημη ἡμέρα τῆς Ἀναστάσεως τοῦ Κυρίου νά πιοῦμε τό καινούριο προϊόν τοῦ ἀμπελιοῦ, τό πνευματικό κρασί θεϊκῆς χαρᾶς καί κοινωνοί νά γίνουμε τῆς Βασιλείας τοῦ Χριστοῦ, δοξολογώντας τον ὡς Θεό παντοτινά .

Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βορρᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τά τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.


Κοίτα κυκλικά νέα Ἱερουσαλήμ (Ἐκκλησία) καί δές. Νά, ἔφθασαν σέ σένα ,ἀπό Ἀνατολή καί Δύση, Βορρᾶ καί Νότο τά παιδιά σου , ἀκτινοβολοῦντα τήν Θεότητα (λόγω τοῦ Βαπτίσματος).Αὐτά δοξολογοῦν τόν Χριστό αἰώνια.

Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Πατέρα παντοδύναμε,Υἱέ ,καί Ἅγιο Πνεῦμα, μία φύση πού διακρίνεται σέ τρία πρόσωπα, ἄυλη καί ὕψιστη Ἁγία Τριάδα, βαπτισθήκαμε στό ὄνομά σου καί σέ δοξολογοῦμε αἰώνια.


ᾨδὴ θ'

Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.



Λαμπροστολίσου Ἐκκλησία, γιατί ἡ «δόξα» τοῦ Κυρίου ἔριξε σέ σένα τίς ἀκτῖνες της. Νά χορεύεις πνευματικά καί να χαίρεσαι Ἐκκλησία. Καί σύ Παρθένε ἀγνή , Μητέρα τοῦ Κυρίου ( πού ἔκλαψες κάτω ἀπό τό Σταυρό) , νά χαίρεσαι, λόγω τῆς Ἀνάστασης τοῦ τέκνου σου.  


῍Ω θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ· ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.


Πόσο θεϊκή, φιλική ,και γλυκύτατη εἶναι ἡ φωνή σου !Ὑποσχέθηκες ἀληθινά νά εἶσαι μαζί μας Χριστέ αἰώνια. Αὐτή τήν υπόσχεση κρατώντας ὡς ἄγκυρα ἐλπίδας, πλημμυρίζουμε ἀπό χαρά.

῍Ω Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ· ὤ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου.



Χριστέ, σύ πού εἶσαι τό ἱερότατο καί πιό σπουδαῖο Πάσχα, ἡ σοφία, ὁ Λόγος καί ἡ δύνανη τοῦ Θεοῦ Πατέρα, ἀξίωσέ μας νά γίνουμε μέτοχοι τῆς ζωῆς σου κατά τήν ἡμέρα τῆς βασιλείας σου πού δέ θά σκοτεινιάσει ποτέ.